Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.88 Dem. 24.91 (English) >>Dem. 24.94

24.90καίτοι πῶς ἂν ἀσυμφορώτερος ὑμῖν τούτου γένοιτο νόμος κάκιον ἔχων; ὃς πρῶτον μὲν περὶ τῶν ἐκ τοῦ παρεληλυθότος χρόνου κριθέντων ἐναντία τοῖς ὑφʼ ὑμῶν ἐγνωσμένοις προστάττει, δεύτερον δὲ περὶ τῶν μελλόντων κριθήσεσθαι προστιμᾶν κελεύων τοὺς δικαστὰς τοὺς ὀμωμοκότας, ἄκυρα τὰ προστιμήματα ποιεῖ, πρὸς δὲ τούτοις ἐπιτίμους τοὺς ὀφείλοντας οὐ τὰ προσήκοντʼ ἐκτίνοντας καθίστησιν, ὅλως δʼ ἐπιδείκνυσι μάτην ὀμνύντας, τιμῶντας, δικάζοντας, ὀργιζομένους, ἅπαντα ποιοῦντας ὑμᾶς. ἐγὼ μὲν γάρ, εἰ Κριτίας γενόμενος τῶν τριάκοντʼ εἰσέφερεν τὸν νόμον, οὐκ ἂν ἄλλον τρόπον οἶμαι γράψαντʼ εἰσενεγκεῖν τοῦτον.

24.91ὅτι τοίνυν ὅλην συγχεῖ τὴν πολιτείαν καὶ καταλύει πάντα τὰ πράγμαθʼ νόμος, καὶ πολλὰς φιλοτιμίας περιαιρεῖται τῆς πόλεως, καὶ τοῦτο ῥᾳδίως ὑμᾶς νομίζω μαθήσεσθαι. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι σῴζεται πολλάκις ἡμῶν πόλις διὰ τὰς στρατείας καὶ τὰς ναυτικὰς καὶ τὰς πεζάς, καὶ πολλὰ καὶ καλὰ πολλάκις ἤδη διεπράξασθε καὶ σώσαντές τινας καὶ τιμωρησάμενοι καὶ διαλλάξαντες. 24.92πῶς οὖν ἀνάγκη τὰ τοιαῦτα διοικεῖν ἐστιν; διὰ ψηφισμάτων καὶ νόμων τοῖς μὲν εἰσφέρειν ἐπιτάττοντας, τοὺς δὲ τριηραρχεῖν κελεύοντας, τοὺς δὲ πλεῖν, τοὺς δʼ ἕκαστα ποιεῖν ὧν δεῖ. οὐκοῦν ταῦθʼ ὅπως γίγνηται δικαστήρια πληροῦτε καὶ καταγιγνώσκετε δεσμὸν τῶν ἀκοσμούντων. σκέψασθε δὴ τὸν τοῦ καλοῦ κἀγαθοῦ τούτου νόμον, ὡς λυμαίνεται ταῦτα καὶ διαφθείρει.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.88 Dem. 24.91 (English) >>Dem. 24.94

Powered by PhiloLogic